Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.240 Joseph. AJ 16.244 (English) >>Joseph. AJ 16.250

16.243τὸν μὲν, ὅτι Δημήτριος παῖς αὐτοῦ συνήθης ἦν Ἀλεξάνδρῳ, Γέμελλον δὲ εὔνουν ἐπιστάμενος ἐκείνῳ· καὶ γὰρ ἐν ταῖς τροφαῖς κἀν τῇ παιδείᾳ παραγεγόνει καὶ τὴν ἐν τῇ Ῥώμῃ συνδιέτριβεν ἀποδημίαν. παρῃτήσατο δὲ καὶ τούτους ἡδέως μὲν ἂν καὶ χεῖρον, ὑπὸ δὲ τοῦ μὴ κατʼ ἀνδρῶν οὐκ ἀσήμων ἔχειν τὴν ἄχρι τοσούτων παρρησίαν τήν τε τιμὴν καὶ τὸ δύνασθαι κωλύειν ἁμαρτάνοντας παραιρούμενος 16.244

Ἦν δὲ τούτων ἁπάντων αἴτιος Ἀντίπατρος, ὃς ἐπειδὴ τὸ νενοσηκὸς τῆς τοῦ πατρὸς παρρησίας κατέμαθεν, ἔκπαλαι μὲν συνεδρεύων αὐτῷ προσέκειτο καὶ μᾶλλον ἐδόκει τι περαίνειν, τῶν ἀντέχειν δυναμένων ἕκαστος εἰ ὑπεξαιρεθείη. 16.245τότε γοῦν τῶν περὶ τὸν Ἀνδρόμαχον ἀπελαθέντων λόγου καὶ παρρησίας πρῶτον μὲν βασιλεὺς ὅσους ᾤετο πιστοὺς Ἀλεξάνδρῳ βασάνοις ἀνέκρινεν, εἴ τι κατʼ αὐτοῦ τολμηθὲν εἰδείησαν· οἱ δὲ ἀπέθνησκον οὐδὲν ἔχοντες λέγειν. 16.246τῷ δʼ ἦν φιλονεικίας αἴτιον, εἰ μή τι τοιοῦτον οἷον ἐδόκει κακῶς εὑρίσκοιτο, καὶ δεινὸς Ἀντίπατρος τὸν μὲν ὑπʼ αὐτῆς τῆς ἀληθείας ἀναίτιον εἰς ἐγκράτειαν καὶ πίστιν διαβαλεῖν, ἐπιπαροξῦναι δὲ ζητεῖν ἐκ πλειόνων τὸ λανθάνον τῆς ἐπιχειρήσεως. 16.247καί τις ἐν πολλοῖς τοῖς βασανιζομένοις εἶπεν, ὡς εἰδείη τὸν νεανίσκον λέγοντα πολλάκις, ὅταν ἐπαινούμενος αὐτὸς τύχῃ τό τε σῶμα ὡς εἴη μέγας καὶ τὴν τοξικὴν εὔστοχος καὶ τἆλλα τὰ πρὸς ἀρετὴν ὑπὲρ ἅπαντας, ὅτι ταῦτʼ αὐτῷ κακὰ μᾶλλον ἤπερ ἀγαθὰ παρὰ τῆς φύσεώς ἐστιν· ἄχθεσθαι γὰρ ἐπʼ αὐτοῖς τὸν πατέρα καὶ φθονεῖν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.240 Joseph. AJ 16.244 (English) >>Joseph. AJ 16.250

Powered by PhiloLogic